Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.37 Dem. 25.40 (English) >>Dem. 25.43

25.39εἰ τοίνυν ἄρα καὶ τοιοῦτός τίς ἐστιν ἄνθρωπος ἐν τῇ πόλει, οἷος ἐκ παντὸς τρόπου τὸν κρινοῦντά τινα καὶ συκοφαντήσοντα ζητεῖν, εἰ δὲ δικαίως ἀδίκως μηδὲν φροντίζειν, οὐδένʼ ἂν ἧττον εὕροι χρήσιμον ὄντʼ τοῦτον ἑαυτῷ. διὰ τί; ὅτι τὸν κατηγορήσοντα τῶν ἄλλων καὶ πάντας κρινοῦντα αὐτὸν ἀνεξέλεγκτον ὑπάρχειν δεῖ, ἵνα μὴ διὰ τὴν τούτου πονηρίαν ἀποφεύγωσιν ἐκεῖνοι. τούτου δʼ οὔτε πλειόνων οὔτε μειζόνων ἁμαρτημάτων οὐδεὶς μᾶλλόν ἐστι μεστὸς ἐν τῇ πόλει. 25.40τί οὖν οὗτός ἐστι; κύων νὴ Δία, φασί τινες, τοῦ δήμου. ποδαπός; οἷος οὓς μὲν αἰτιᾶται λύκους εἶναι μὴ δάκνειν, δέ φησι φυλάττειν πρόβατʼ αὐτὸς κατεσθίειν. τίνα γὰρ τῶν ῥητόρων οὗτος εἴργασταί τι κακὸν τοσοῦτον ἡλίκον τοὺς ἰδιώτας, περὶ ὧν ψηφίσματα γράψας ἑάλω; τίνα δʼ, ἐξ οὗ νῦν πάλιν λέγει, κέκρικεν ῥήτορα; οὐδʼ ἕνα· ἀλλʼ ἰδιώτας πολλούς. ἀλλὰ μὴν τοὺς γευομένους κύνας τῶν προβάτων κατακόπτειν φασὶ δεῖν, ὥστʼ οὐκ ἂν φθάνοι κατακοπτόμενος. 25.41οὐδέν, ἄνδρες Ἀθηναῖοι, χρήσιμός ἐστιν ὧν φησίν, ἀλλʼ οὗτος πρᾶγμʼ ἑόρακεν μιαρὸν καὶ ἀναιδές. λοιδορούμενος γὰρ ἐν ταῖς ἐκκλησίαις καὶ προπετῶς ἅπασι προσκρούων, ὧν ἂν ἐκ τούτων ἁθρόους πάντας ὑμᾶς ἐκεῖ παρακρούσηται, τούτων καταβὰς καθʼ ἕνʼ ὑμῶν παρʼ ἑκάστου δίκην λαμβάνει, συκοφαντῶν, αἰτῶν, εἰσπράττων ἀργύριον, οὐχὶ μὰ Δία τοὺς λέγοντας (οὗτοι μὲν γὰρ ἐπίστανται τούτῳ διαβαπτίζεσθαι), ἀλλὰ τοὺς ἰδιώτας καὶ τοὺς ἀπείρους· ἴσασι δʼ οἱ πεπληγμένοι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.37 Dem. 25.40 (English) >>Dem. 25.43

Powered by PhiloLogic